Acherontas - Beneath the Infernal Seats (Hymn to the Titans) lyrics

Published

0 72 0

Acherontas - Beneath the Infernal Seats (Hymn to the Titans) lyrics

Τιτῆνες, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα, ἡμετέρων πρόγονοι πατέρων, γαίης ὑπένερθεν οἴκοις Ταρταρίοισι μυχῶι χθονὸς ἐνναίοντες, ἀρχαὶ καὶ πηγαὶ πάντων θνητῶν πολυμόχθων, εἰναλίων πτηνῶν τε καὶ οἳ χθόνα ναιετάουσιν· ἐξ ὑμέων γὰρ πᾶσα πέλει γενεὰ κατὰ κόσμον. ὑμᾶς κικλήσκω μῆνιν χαλεπὴν ἀποπέμπειν, εἴ τις ἀπὸ χθονίων προγόνων οἴκοις ἐπελάσθη.